Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.326 Joseph. AJ 1.330 (English) >>Joseph. AJ 1.336

1.328νείμας οὖν τοὺς σὺν αὑτῷ τοὺς μὲν προύπεμπε, τοὺς δὲ λειπομένους ἆσσον ἐκέλευσεν ἀκολουθεῖν, ὅπως εἰ βιασθεῖεν οἱ προπεμφθέντες ἐπιθεμένου τοῦ ἀδελφοῦ, καταφυγὴν ἔχοιεν τοὺς ἑπομένους. 1.329καὶ τοῦτον διατάξας τοὺς σὺν αὑτῷ τὸν τρόπον πέμπει τινὰς δῶρα κομίζοντας τἀδελφῷ· ὑποζύγια δὲ ἦν τὰ πεμπόμενα καὶ πλῆθος τετραπόδων ποικίλων, δὴ τίμια τοῖς ληψομένοις ἔμελλεν ἔσεσθαι παρὰ τὸ σπανίζειν αὐτῶν. 1.330ἦσαν δὲ οἱ πεμφθέντες ἐκ διαλειμμάτων, ἵνα συνεχέστερον ἐντυγχάνοντες πολλοὶ δοκῶσιν· ἀνήσειν γὰρ ὑπὸ τῶν δωρεῶν τῆς ὀργῆς, εἰ διαμένοι τεθυμωμένος· ἔτι μέντοι καὶ λόγοις χρηστοῖς ὁμιλεῖν πρὸς αὐτὸν εἴρητο τοῖς πεμπομένοις. 1.331

Ταῦτα συνθεὶς διὰ πάσης τῆς ἡμέρας νυκτὸς ἐπιγενομένης ἐκίνει τοὺς σὺν αὑτῷ· καὶ χειμάρρουν τινὰ Ἰάβακχον λεγόμενον διαβεβηκότων Ἰάκωβος ὑπολελειμμένος φαντάσματι συντυχὼν διεπάλαιεν ἐκείνου προκατάρχοντος τῆς μάχης ἐκράτει τε τοῦ φαντάσματος, 1.332 δὴ καὶ φωνῇ χρῆται καὶ λόγοις πρὸς αὐτὸν χαίρειν τε τοῖς γεγενημένοις παραινοῦν καὶ μὴ μικρὸν κρατεῖν ὑπολαμβάνειν, ἀλλὰ θεῖον ἄγγελον νενικηκέναι καὶ σημεῖον ἡγεῖσθαι τοῦτο μεγάλων ἀγαθῶν ἐσομένων καὶ τοῦ μηδέποτε τὸ γένος ἐκλείψειν αὐτοῦ, μηδὲ ὑπέρτερον ἀνθρώπων τινὰ τῆς ἰσχύος ἔσεσθαι τῆς ἐκείνου. 1.333ἐκέλευσέ τε καλεῖν αὐτὸν Ἰσραῆλον, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑβραίων γλῶτταν τὸν ἀντιστάτην ἀγγέλῳ θεοῦ. ταῦτα μέντοι προύλεγεν Ἰακώβου δεηθέντος· αἰσθόμενος γὰρ ἄγγελον εἶναι θεοῦ, τίνα μοῖραν ἕξει σημαίνειν παρεκάλει. καὶ τὸ μὲν φάντασμα ταῦτʼ εἰπὸν ἀφανὲς γίνεται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.326 Joseph. AJ 1.330 (English) >>Joseph. AJ 1.336

Powered by PhiloLogic